'' 36 τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ''

2025-03-23

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. η΄ 34 – θ΄ 1

 34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 35 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου οὗτος σώσει αὐτήν. 36 τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; 37 ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

θ΄ 1 Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.


Χάριν δοῦναι θελήσας, ὁ Χριστὸς τοῖς ἀνθρώποις, τὰς χεῖρας ἐπὶ ξύλου ἐκτείνει, καὶ τὰ ἔθνη πάντα συγκαλεῖ, καὶ βασιλείαν πᾶσιν οὐρανῶν δίδωσι, τοῖς μέλπουσι τὸν ὕμνον ἐπαξίως, καὶ πιστῶς βοῶσιν·

Ἀλληλούια.

Ψάλλοντες σου τὸν ὕμνον, εὐφημοῦμεν ἐκ πόθου, ὡς ἔμψυχον Κυρίου σε Ξύλον ἐπὶ σοι γὰρ παγεὶς ἐν σαρκί, ὁ δεσπόζων τῶν δυνάμεων, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι ταύτᾳ·

Χαῖρε, Σταυρὲ νοητὴ ῥομφαία·
χαῖρε, Ἁγίων ἅγιον βλέμμα.
Χαῖρε, Προφητῶν καὶ Δικαίων προκήρυγμα·
χαῖρε, τοῦ Χριστοῦ λαμπροφόρον στρατήγημα.
Χαῖρε, κάλλος καὶ διάδημα βασιλέων εὐσεβῶν·
χαῖρε, κράτος καὶ ὀχύρωμα ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς ἀληθείας εὐκλεέστατος κόσμος·
χαῖρε, τῆς σωτηρίας εὐτυχέστατος ὅρμος.
Χαῖρε, φαιδρὸν ἁπάντων ἀγλάισμα·
χαῖρε, υἱῶν τῆς ἄγαρ φυγάδευμα.
Χαῖρε, φωτὸς ἀκηράτου λυχνία·
χαῖρε, ψυχῆς τῆς ἐμῆς θυμηδία.

Χαῖρε Ξύλον μακάριον.

Ὦ πανύμνητον Ξύλον, τὸ βαστάσαν τὸν πάντων Ἁγίων, ἁγιώτατον Λόγον (τρὶς) δεδεγμένων ἡμῶν τὰ λιτάς, ἀπὸ πάσης ῥῦσαι συμφορὰς ἅπαντας, καὶ αἰωνίου λύτρωσαι κολάσεως τοὺς σοι βοῶντας·


© 2025  Διατηρούνται όλα τα δικαιώματα.
Υλοποιήθηκε από τη Webnode Cookies
Δημιουργήστε δωρεάν ιστοσελίδα! Αυτή η ιστοσελίδα δημιουργήθηκε με τη Webnode. Δημιουργήστε τη δική σας δωρεάν σήμερα! Ξεκινήστε